1
Holy Trinity Greek Orthodox Church Rev. Fr. Georgios Livaditis, Presbyter
4070 Park Ave Bridgeport, CT 06604 web: holytrinitybridgeport.org email@holytrinitybridgeport.org
Office: 203.374.5561 Facebook: holytrinityonfb.org Instagram: @holytrinity_bridgeportct
June 29, 2025 Issue # 882
Epistle Reading Προκείμενον. Plagal Fourth Mode. ΨΑΛΜΟΙ 18.4,1. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.
τὸ Ἀνάγνωσμα Πρὸς Κορινθίους β' 11:21-33, 12:1-9.
Ἀ
δελφοί, ἐν ᾧ δʼ ἄν τις τολμᾷ - ἐν ἀφροσύνῃ λέγω - τολμῶ κἀγώ. Ἑβραῖοί εἰσιν; κἀγώ· Ἰσραηλῖταί εἰσιν; κἀγώ· σπέρμα Ἀβραάμ εἰσιν; κἀγώ· διάκονοι Χριστοῦ εἰσιν; - παραφρονῶν λαλῶ - ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις, ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον. Τρὶς ἐραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις· ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι. Χωρὶς τῶν παρεκτός, ἡ ἐπισύστασίς μου ἡ καθʼ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν. Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. Ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. Ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν, πιάσαι με θέλων· καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ. Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι· ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις κυρίου. Οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων - εἴτε ἐν σώματι οὐκ οἶδα· εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα· ὁ θεὸς οἶδεν - ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου